Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.21 Joseph. AJ 5.25 (English) >>Joseph. AJ 5.30

5.23οἳ καὶ προῄεσαν ἑπτὰ κέρασιν αὐτῶν σαλπίζοντες παρεκάλουν τὸν στρατὸν εἰς ἀλκὴν, περιώδευόν τε τὸ τεῖχος ἑπομένης τῆς γερουσίας, καὶ σαλπισάντων μόνον τῶν ἱερέων, τούτου γὰρ οὐδὲν ἐποίησαν περισσότερον, ἀνέζευξαν εἰς τὸ στρατόπεδον. 5.24καὶ τοῦτο ἐπὶ ἡμέρας ἓξ ποιησάντων τῇ ἑβδόμῃ τὸ ὁπλιτικὸν Ἰησοῦς συναγαγὼν καὶ τὸν λαὸν ἅπαντα τὴν ἅλωσιν αὐτοῖς τῆς πόλεως εὐηγγελίζετο, ὡς κατʼ ἐκείνην τὴν ἡμέραν αὐτοῖς τοῦ θεοῦ ταύτην παρέξοντος αὐτομάτως καὶ δίχα τοῦ πόνου τοῦ σφετέρου τῶν τειχῶν κατενεχθησομένων. 5.25κτείνειν μέντοι πάνθʼ ὁντινοῦν εἰ λάβοιεν παρεκελεύετο καὶ μήτε κάμνοντας ἀποστῆναι τοῦ φόνου τῶν πολεμίων, μήτʼ ἐλέῳ παραχωρήσαντας μήτε περὶ ἁρπαγὴν γινομένους περιορᾶν φεύγοντας τοὺς ἐχθρούς· 5.26ἀλλὰ τὰ μὲν ζῷα πάντα διαφθείρειν μηδὲν αὐτοὺς εἰς ἰδίαν ὠφέλειαν λαμβάνοντας, ὅσος δʼ ἂν ἄργυρος καὶ χρυσός, ταῦτα ἐκέλευσε συγκομίζοντας ἀπαρχὴν ἐξαίρετον τῶν κατωρθωμένων τῷ θεῷ τηρεῖν ἐκ τῆς πρῶτον ἁλισκομένης πόλεως εἰληφότας· σώζειν δὲ μόνην Ῥαάβην καὶ τὴν γενεὰν αὐτῆς διὰ τοὺς γενομένους πρὸς αὐτὴν τοῖς κατασκόποις ὅρκους. 5.27

Ταῦτʼ εἰπὼν καὶ διατάξας τὸν στρατὸν προσήγαγεν ἐπὶ τὴν πόλιν· περιῄεσαν δὲ πάλιν τὴν πόλιν ἡγουμένης τῆς κιβωτοῦ καὶ τῶν ἱερέων τοῖς κέρασιν ἐξοτρυνόντων τὴν δύναμιν πρὸς τὸ ἔργον. καὶ περιελθόντων ἑπτάκις καὶ πρὸς ὀλίγον ἠρεμησάντων κατέπεσε τὸ τεῖχος μήτε μηχανῆς μήτε ἄλλης βίας αὐτῷ προσενεχθείσης ὑπὸ τῶν Ἑβραίων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.21 Joseph. AJ 5.25 (English) >>Joseph. AJ 5.30

Powered by PhiloLogic